Kitap 36
ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
440
ἄλλαι δʼ ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου,
κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος.
ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω·
εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ
νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ·
445
ἔμπης οὐ τρομέω δόρυ ναύμαχον· ἐν πολέμοις γὰρ
ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόφι νηῶν
οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες;
ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν
θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν;
450
οὐ δύναται βαρύδουπον ὕδωρ Σειληνὸς ἀράσσων
ἀπτολέμω νάρθηκι μαχήμονα νῆα καλύψαι,
εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταρσῷ,
κῶμον ἀνακρούων θανατηφόρον· οὐδʼ ἐνὶ πόντῳ
ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει
455
ἀγχιφανῆ μεσάτοιο διχαζομένου κενεῶνος,
ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ
κείσεται ἐν ῥοθίοισιν· ὀλισθήσουσι δὲ Βάκχαι
ἔγχεσι μηκεσανοῖσι μιαιφόνον εἰς βυθὸν ἅλμης,
τυπτόμεναι· καὶ νῆας ἀιστώσω Διονύσου,
460
ναύμαχον εἰκοσίπηχυ διʼ ὁλκάδος ἔγχος ἑλίσσων.
ἀλλά, φίλοι, μάρνασθε πεποιθότες· ἀντιβίων δὲ
μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν
Βακχιάδων· Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ
κἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ
465
ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ
οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλἀ κομάων
ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.
ὥς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα
470
Μορρεὺς αἰολόμητις· ἐπεφθέγξαντο δὲ λαοὶ
μῦθον ἐπαινήσαντες· ὁμογλώσσων δʼ ἀπὸ λαιμῶν
οἴσμασι κινυμένοισιν ἱσόθροος ἔβρεμεν ἠχώ.
λῦσε δʼ ἄναξ ἀγορήν. Βρομίῳ δʼ ἐστέλλετο κῆρνξ
πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ.
475
ἄμφω δʼ εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ
ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης,
εἰσόκε ταρχύσωσι δαϊκταμένων στίχα νεκρῶν·
ἦν δέ τις εἰρήνη μινυώριος Ἄρεϊ γείτων,