Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 35

 
θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου 320
 
ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης·
 
καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ
 
ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου,
 
καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου·
 
ἀμφί δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος 325
 
ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν,
 
θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ·
 
καί μιν ἀνεζώγρησε· τανυπλοκάμου δὲ Λυαίου
 
ὄμμασι μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην,
 
εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ, 330
 
εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς,
 
εἰ Φαέθων πέλε τοῖον ἢ ἱμερόφωνος Ἀπόλλων·
 
καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης,
 
εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς
 
μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην. 335
 
ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου
 
ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων,
 
μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου
 
μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ,
 
καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ. 340
 
οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς
 
θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν,
 
χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἐλίσσων·
 
θαρσαλέοι μάρνασθε τὸ δεύτερον· ὲν πολέμοις γὰρ
 
Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ 345
 
ἴλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου
 
ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη.
 
τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ
 
δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ;
 
ἶσος ἐμῷ γενετῆρι φανήσομαι· ἐν πολέμοις γὰρ 350
 
γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων,
 
νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν.
 
σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην
 
Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν
 
αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ. 355
 
καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ·
 
ἀντιβίους δʼ ὄψεσθε παρὰ κρητῆρι Λυαίου
 
ξανθὸν ὕδωρ πίνοντας ἀπʼ οἰνοπόρου ποταμοῖο,
 
καὶ θρασὺν Ἰνδὸν ἄνακτα, κατάσχετον οἴνοπι κισσῷ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi