Kitap 35
ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ,
360
εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης
Νυσιάδες βοόωσι θεουδέες εἰσέτι Νύμφαι,
ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ
ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ
Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη,
365
ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου.
ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ
ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης,
μαρμαρέας λάιγγας, ἐμὴν δʼ ἐπὶ μητέρα Ῥείην
ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας·
370
καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ
τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ
ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω
Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην,
μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου·
375
οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ
μάρναται Ἀλκιμάχεια δορυσσόος· ἀλλὰ καὶ αὐτὸς
Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω.
αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ,
ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης·
380
οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι,
μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ,
Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων·
αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ
Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων
385
ῥύσομαι· Εὐρώπης γάρ ἔχεε γένος· ἀλλὰ σαώσας
νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω
πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ
Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.
ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,
390
τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.