Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 34

 
ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων, 200
 
ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ.
 
ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δʼ ἐθελήσῃς,
 
ἄλλας Βασσαρίδας ληίσσεο, Χειροβίης δὲ
 
ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου
 
οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας 205
 
δούλιον εἰς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω.
 
μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς,
 
μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς·
 
ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,
 
μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην. 210
 
αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,
 
Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω
 
Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει·
 
ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη
 
παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀλέσσω 215
 
ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω
 
φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων·
 
πέρσω δʼ, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης,
 
καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ
 
λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων. 220
 
εἶπεν ἄναξ ἀθέμιστος, Ἐνυαλίοιο δὲ γαμβροῦ
 
ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ
 
Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας
 
ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δʼ ἐνὶ δεσμῷ
 
ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες. 225
 
τὰς μὲν ἄγων Φλόγιος βασιληίδος ἄγγελα νίκης
 
σφιγγομένας πόμπευε διʼ ἄστεος. ὑψιτενεῖς δὲ
 
αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου
 
ἀλχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
 
ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντος ὀλέθρου· 230
 
αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο ῥεέθροις
 
φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων
 
χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ·
 
καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος
 
ἡμιφανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ· 235
 
ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ·
 
οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ
 
εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση
 
καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi