Kitap 32
καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ.
280
καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς
Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ
δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου·
ἔμπης δʼ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι
Νηιάδος βυθίοισιν ἐνεκρύπτοντο μελάθροις·
285
αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι
Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,
ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δʼ ἐνὶ Γάγγῃ
λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους
290
νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι
δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
ἄλλαι Ἁμαδρυάδος σκιεροῖς κρύπτοντο κορύμβοις,
δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.
πολλαὶ δʼ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης
295
Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ
ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου
πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
μυρομένη βαρὺ πένθος ἀπενθήτου Διονύσου.