Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 32

 
Βακχείης δέ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ 240
 
πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δʼ ἐλατήρων
 
εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί·
 
ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,
 
ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
 
κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων, 245
 
ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄριτου·
 
καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας
 
ποσσὶν ὀρεσσινόμοισι διέστιχεν ἄκρα κολώνης.
 
Βάκχη δʼ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,
 
ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ· 250
 
οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,
 
ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
 
ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη
 
εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.
 
καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ 255
 
ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,
 
φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.
 
καὶ σκοπέλους ἐδίωκε γέρων Σειληνὸς ἀλήτης·
 
πολλάκι δʼ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,
 
ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις, 260
 
ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις
 
ἀντὶ μόθου κεκάλυπτο, καὶ Εὔιον ἔγχος ἀνάγκῃ
 
κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,
 
καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
 
ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς, 265
 
ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,
 
αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.
 
Βακχείην δʼ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην
 
λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
 
καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων 270
 
οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,
 
μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.
 
καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ
 
εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἄμα φεύγων
 
Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος Ἐνυώ. 275
 
εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων
 
πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,
 
σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,
 
μή μιν ἴδῃ φεύγοντα διʼ οὔρεος ἄστατος Ηχώ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi