Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 31

 
οὐρανὸν ἀμπελόεντα μετʼ ἀστερόεντα καλέσσω,
 
μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου.
 
δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,
 
μὴ δόρυ κουφίσσειεν ἐπʼ Ἄρεϊ καὶ Κυθερείῃ, 245
 
μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου
 
αἰθέρι τολμήεσσαν ἀναστήσωσιν Ἐνυὼ
 
ἀστέρες οἰνοπλῆγες ἐπʼ ἀλλήλοισι μανέντες,
 
μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου
 
ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων. 250
 
οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω
 
Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,
 
οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διός Ἥβην,
 
χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;
 
αἰδομένη δʼ ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ 255
 
αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ·
 
αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἶς δόμος ἔστω
 
οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ.
 
ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,
 
ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ 260
 
ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ
 
Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω
 
χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην.
 
οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς
 
ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος, 265
 
ὅττι Κρόνου γενετῆρος ἐπιβρίθουσα κυδοιμῷ
 
σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη·
 
καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου
 
ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον ἀφρογενείῃ,
 
αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην. 270
 
ἀλλά, θεά, χραίσμησον, ἐμῆς δʼ ἐπίκουρον ἀνίης
 
δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,
 
εἰς μίνα ἠριγένειαν, ὅπων Διὸς ὄμματα θέλξω,
 
καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω.
 
δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ
 
υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη.
 
δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ 275
 
ξεινοδόκοι γεγάσαιν Ἐρυθραίης Ἀφροδίτης,
 
οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς
 
θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς,
 
καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi