Kitap 31
ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ.
ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ
Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης,
χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων.
Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις
ἄκρον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ,
5
αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν
θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου.
καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ
Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν
καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας ἐννοσιγαίου.
10
ἀχνυμένη δʼ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ
Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην.
ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων
δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεύς,
νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς
15
Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην
δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ
λήια συρίζοντα, θαλύσια λοξὰ κομάων,
Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,
καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης
20
αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ,
κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων
ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν.
καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης
ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ.
25
ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν
εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου
ἑλκομένου μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ
Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.
ὀρφναίην δʼ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν·
30
Περσεφόνην δʼ ἐκίχησε, δολόφρονι δʼ ἴαχε μύθῳ·
ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις·
οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου.
δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ,
ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω
35
ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς·
συλήθης, φερέκαρπε· παρὰ σταχυώδεϊ Νείλῳ
ἀντὶ τεῆς Δήμητρος ἀμαλλοτόκοιο τεκούσης
ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ