Kitap 30
τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη
240
ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης
ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηιοτῆτος.
καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
ὑσμίνην Βρομίοιο λελοιπότος· εἰσορόων δὲ
Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων
245
ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων.
ἀσχαλόων δʼ Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης,
καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης,
μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δʼ Ἀθήνη
οὐρανόθεν· πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς,
250
γνωτὸν ὅπως φεύγοντα, φόβῳ πεφοβημένον Ἥρης,
εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν·
στῆ δʼ ὄπιθεν ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου,
μούνῳ φαινομένη βλοσυρὴ θεός· ἐκ δὲ προσώπου
μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί·
255
καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ
μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ·
πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ;
πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί;
ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω;
260
ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν;
ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς.
ποίην δʼ οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν;
ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα;
ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς
265
δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα;
ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης,
καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων;
οὐ Σεμέλη τέκε παῖδα μαχήμονα· Γοργοφόνον δὲ
ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη·
270
οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς,
Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων.
γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης·
εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη·
ἀντολίην δʼ ἐρέεινε καὶ ἕσπερον· ἀμφότερον γάρ,
275
Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην,·
Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης.
Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ,
οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν.