Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 30

 
ὀρχηθμὸν στονόεντα πόθεν μετὰ δῆριν ὑφαίνεις; 120
 
εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,
 
Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις
 
αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου·
 
ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,
 
Περσεφόνη δʼ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ. 125
 
ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,
 
Σειληνοὺς δʼ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχαίρῃ
 
Τέκταφος ὡμάρτησε σακέσπαλος, ὅν ποτε δήσας
 
Δηριάδης ἔκρυψεν ἕσω γλαφυροῖο βερέθρου.
 
οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ 130
 
τίς δύναταί ποτε πότμον ἀπʼ ἀνέρος ἐχθρὸν ἐρύκειν,
 
νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;
 
οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,
 
ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,
 
εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων· 135
 
ἐγρεμόθου δʼ ἤμησε Πυλαιέος ἀνθερεῶνα,
 
Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,
 
καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε διδήρῳ.
 
καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,
 
ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη 140
 
δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων·
 
ἔθλασε δʼ ἄκρα μέτωπα· διχαζομένου δὲ καρήνου
 
ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης·
 
καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην
 
ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου 145
 
ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης
 
ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου
 
παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ,
 
τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα λύθρῳ·
 
μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη, 150
 
τίπτέ μοι οὐ σχεδὸν ἦλθες, ὅτʼ ἐγγύθεν ἦλθον ὀλέθρου;
 
νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη;
 
πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις
 
πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι;
 
εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν, 155
 
δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν
 
κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας
 
ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω,
 
εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi