Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 3

 
τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου 320
 
Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος,
 
πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς
 
καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην,
 
Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.
 
Ἠλέκτρη δʼ ἀίουσα παρήγορον ἴαχε φωνήν· 325
 
Ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα
 
Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ·
 
οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἐπʼ ἄλλῳ
 
μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,
 
Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ· 330
 
μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων
 
πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ
 
θηλυτέρας ὠδῖνας ἔσω μαιώσατο κόλπου,
 
ἑπτάκις Εἰλείθυιαν ἐῇ καλέσασα λοχείῃ
 
κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο 335
 
μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω,
 
οὐ Στεροπήν, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ
 
σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδʼ ἐνὶ κόλπῳ
 
γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίξυγι παλμῷ
 
παιδοκόμῳ πήχυνα γεγηθότα κοῦρον ἀγοστῷ· 340
 
οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς
 
φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.
 
πρὸς δʼ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ
 
υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,
 
Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης, 345
 
καὶ φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων
 
Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
 
καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει
 
ὤμοις θλιβομένοισι, γέρων κυρτούμενος Ἄτλας,
 
αἰθέρος ἐπτάμωνον ἀερτάζων κενεῶνα. 350
 
ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω
 
Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις
 
ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων
 
οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.
 
καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ 355
 
εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων
 
φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης·
 
τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα δεσμὸν ἀνάγκης,
 
ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi