Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 3

 
κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ 240
 
συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ
 
ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.
 
ἀλλʼ ὅτε δὴ μετά δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,
 
εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ
 
Κάδμος ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσας, 245
 
φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων
 
οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος·
 
Νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;
 
ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·
 
φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι 250
 
ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καιρῷ
 
εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι·
 
ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ
 
δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δʼ ἔτι θάλλει,
 
ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων 255
 
εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.
 
ἀλλʼ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην·
 
ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,
 
νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην
 
θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενον ἀνὴρ 260
 
Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης,
 
νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης
 
ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ
 
πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,
 
γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης, 265
 
ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου
 
εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ,
 
καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη
 
ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,
 
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων, 270
 
Ζηνὸς ἀθηήτοιο, καὶ εἰς νομὸν ἤιε κούρη
 
ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος·
 
γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ
 
Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ·
 
ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόου,—ὃν πολιῆται 275
 
Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ
 
εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης
 
χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν,—
 
ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi