Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 3

 
καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων. 120
 
ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ
 
θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.
 
ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ.
 
ἀλλʼ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου
 
τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ 125
 
κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ
 
δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς
 
σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ
 
ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων
 
ἀλλοφανὴς πτερόεντι διαιθύσσουσα πεδίλῳ. 130
 
καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ
 
Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ
 
ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ,
 
δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου
 
χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ 135
 
σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων,
 
καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ
 
μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου
 
νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ
 
εἰς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς 140
 
ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ
 
τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πετάσσας
 
θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ·
 
ὄγχνη τʼ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ
 
ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις 145
 
γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης·
 
εἰαρινοῖς ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ
 
σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου
 
ὄρθριον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης·
 
συκῆς θʼ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς 150
 
καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ
 
ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ·
 
πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις
 
γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων·
 
καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου 155
 
ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων,
 
καί, φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις,
 
δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ
 
ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi