Kitap 29
ἀμφὶ, σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης
280
ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ.
καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων
αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ,
καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων
ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,
285
κύμβαλα δʼ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν
Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ·
ἀντιβίων δὲ δάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ
ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί.
λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.
290
ἀλλʼ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ
λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,
δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,
ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἑνυοὺς
φρικτὸν ὁμολώσσων στομάτων θρόον· ἀσταθέες δὲ
295
ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,
ἄλλοι δʼ ἐν πεδίῳ· στρατιὴ δʼ ἐμερίζετο Βάκχου,
δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,
δίψῃ καρχαλέῃ κεκαφηότος, ὁππότε γαίης
ἠὼς μέσσον ἀνέσχε, καὶ ἔτρεμε θερμὸς ὁδίτης
300
αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην.
καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν,
μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ·
τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,
οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου
305
Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης.
ἢν δʼ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δʼ ἐθελήσω,
ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης.
εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,
εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.
310
ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί·
ἄλλῳ δʼ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ.
αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μειλίχιος Πάν,
ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας
θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ,
315
ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου,
ὄφρα πυρισφρήγιστον ἐλαφρίσσειεν ἀνίην
ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου.
Λυσσήεις δʼ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι,