Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 29

 
οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳ 240
 
χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν
 
Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.
 
καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου
 
ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ
 
Σειληνῶυ παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην 245
 
ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ
 
χεῖρας ὄρεξε Μάρωνι, Μάρων δʼ ἀπέειπε γεραιήν,
 
ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων
 
καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι
 
γηραλέην ἀνόνητον ὑπʼ ἔγχεϊ Δηριαδῆος· 250
 
καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ
 
οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ
 
Οἰνώνη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ
 
γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης
 
οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου. 255
 
καὶ στόνος ἦν βαρύδουπς· ὁμοζήλῳ δὲ κυδοιμῷ
 
Ἀστράεις Σταφύλην, Καλύκην δʼ ἐδίωκε Κελαινεύς.
 
Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς
 
θεινομένην βουπλῆγι· μιῇ δʼ ἐλατῆρος ὁμοκλῇ
 
Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς, 260
 
Σειληνοῦ τρία τέκνα δασύτριχος, ὅς δίχα λέκτρων
 
ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.
 
ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην
 
τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν
 
ἕλκεσι φάρμακα πάσσεν· Ἐνυαλίῳ δὲ σιδήρῳ 265
 
τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,
 
κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ·
 
Εὐπετάλης δʼ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,
 
καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·
 
Μυρτοῦς δʼ οὐταμένην παλάμην ἰήσατο μύρτῳ, 270
 
καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,
 
ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·
 
Νύσης δʼ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,
 
χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·
 
ὄμμασι δʼ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ. 275
 
ἀλλʼ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ
 
θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.
 
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
 
Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi