Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 29

 
οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ 200
 
πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὸδόντων,
 
οἷα καὶ Αἰήτῃ, βριαρῷ σημάντορι Κόλχων,
 
χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων,
 
τεύχων χερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.
 
Εὐρυμέδων μέν ἔλαυνε, πυριβλήτῳ δέ χαλινῷ
 
ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων·
 
χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων, 205
 
δεξιτερῇ κούφιζεν, ἐπʼ εὐφυέεσσι δὲ μηροῖς
 
φάσγανον ᾐώρησε σελασφόρον· εἰ δέ τις ἀνήρ,
 
ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας
 
θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,
 
αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου. 210
 
Ἄλκων δʼ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,
 
πατπῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.
 
καὶ σάλαρον σείοντες ἀερσιλόφου τρυσφαλείης 215
 
Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ,
 
εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῇρι δὲ χαλκῷ
 
φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις
 
σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης
 
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ, 220
 
Ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων
 
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ·
 
καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ,
 
εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.
 
καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος Ἐνυοῦς 225
 
Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης
 
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
 
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων
 
οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,
 
πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν. 230
 
Βάκχη δʼ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ
 
κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν.
 
ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ
 
Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
 
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου, 235
 
Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.
 
καὶ δηίων κλονέουσα νέφος ῥηφήνορι θύρσῳ
 
Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
 
κύμβαλα δινεύονσα βαρύβρομα δίζυγι χαλκῷ·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi