Kitap 29
εἰκοστῷ δʼ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης, οἷά περ εὶς γάμον ἄλλον ἐπειγόμενος Κυθερείης.
Ἥρη δʼ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν,
δύσμαχου ἔμβαλε θάρσος ἀγήνορι Δηριαδῆι.
καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος
φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν
κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην.
5
λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων,
ἄλλον ἐνηείῃ μετανεύμενος, ἄλλον ἀπειλῇ.
καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ
κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς,
10
πῇ μὲν ἐπʼ ἀντιβίοισιν ὀπροθοτόνων ἀπὸ τόξων
πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν,
πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων
Σειληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.
Εὐχαίτης δʼ Ὑμέναιος ἐμάρνατο φάογανα σείων,
15
Θεσσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου,
Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων·
ἀγλαΐῃ δʼ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν
Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ·
καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς
20
μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν.
τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ
τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης
ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου.
εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν,
25
δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν,
ἵππῳ δʼ ἅρμα πέλαζε παρʼ ἡβητῆρι θαμίζων,
κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον· ἵστατο δʼ αἰεὶ
ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ
ἠιθέῳ μενέαινε φανήμεναι· ἐν δὲ κυδοιμοῖς
30
καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ.
ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης
υἱὸς ἔην Φλεγύαο, καἰ οὐ Κρονίδαο τοκῆος.
καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων,
δειμαίνων, ἵνα μή τις ἑκηβόλος ἰὸν ἰήλας
35
κοῦρον ὀιστεύσειεν· ἐπερχομένων δὲ βολάων
δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου.
καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν·
πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης·