Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 28

 
τὸν μέν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ 280
 
τηλεφανής, ἕτερον δὲ ταμών δασπλῆτι μαχαίρῃ·
 
ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις,
 
λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων,
 
εἰς δρόμον Ἰσίκλῳ πανομοίιος, ὅς τις ἐπείγων
 
ταρσὰ ποδῶν ὰβάτοιο κατέγραφεν ἄκρα γαλήνης, 285
 
καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην,
 
ἀνθερίκων πάτον ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων.
 
Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς
 
εἰλιπόδην ἔστησε Μίμας εὔρυθμου Ἐνυώ,
 
καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἐλίσσων, 290
 
σκερθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ,
 
οἷον ὅτε Κρονίοισιν ὑπʼ οὔασι δοῦπον ἐγείρων
 
Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων
 
ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς,
 
Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην· 295
 
τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης
 
χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην·
 
τέμνων δʼ ἐχθπὰ κάρηνα, σιδήρεα λήια χάρμης,
 
Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ
 
δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ, 300
 
ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου
 
λοιβὴν αἱματοεσσαν ἐπισπένδων Διονύσῳ.
 
καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,
 
σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων· 310
 
μάρνατο δʼ ἀστυφέλικτος ἄτε σφυρήλατος ἄκμων,
 
ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ
 
πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νημίαχος Ζεύς·
 
καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθά ἑ κείνη
 
αἴξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ, 315
 
ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη
 
κλεψιτόκοις πατάγοισι σακέσπαλον ἔβρεμεν Ἠχώ,
 
τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ.
 
ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη
 
ἀντίδοτον Κρονέδαο Κρόνου παρέθηκε τραπέζῃ.
 
Ὀξυφαὴς δʼ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς,
 
ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,
 
ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ. 305
 
καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς,
 
θάρσος ἔχων ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi