Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 28

 
ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς, 240
 
ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων.
 
Εὐρύαλος κεκόρυστο· διατμήξας δὲ κυδοιμῷ
 
ἐκ πεδίου φεύγοντα πρλὺν στρατὸν ἄχρι θαλάσσης.
 
κόλπον ἐς ίχθυόεντα περικλείων στίχας Ἰνδῶν,
 
δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου, 245
 
ὄρθιον εἰκοσίπηχυ διʼ ὕδατος ἆορ ἑλίσσων·
 
καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην
 
ῥῖψεν ἐπʼ ἀντιβίοισιν· ἀτυμβεύτοιο δὲ πολλοὶ
 
διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης,
 
Αρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ. 250
 
τοῖς ἅμα σύγγονος ἄλλος ἀριστεύων Ἁλιμήδης
 
ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλμψ,
 
καὶ δηίους ἐφόβησε· φυλασσόμενος δὲ προσώπου
 
κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης. 260
 
καί μιν ἰδὼν Φλόγιος κταμένων τιμήορος Ἰνδῶν
 
τόξον ἑὸν κύκλωσε, καὶ ἠνενόεν βέλος ἕλκων
 
μεσσοφανῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμνῳ·
 
ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν
 
δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ 265
 
Κύκλωψ ὑψικάρηνος· ὁ δὲ πρηῶνα τινάσσων
 
ῥῖπτε κατὰ Φλαγίου κραναὸν βέλος· αὐτὰρ ὁ φεύγων
 
ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος,
 
καὶ μόγις ἠερόφοετον ἀλεύατο μάρμαρον αἰχμήν,
 
κεῖθι μένων· κοτέων δὲ περὶ Φλογίοιο φυγόντος 270
 
λοίγεον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης
 
δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς,
 
λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς.
 
Κυκλώπων δʼ ἀλαλητὸς ἐπεσμαράγησεν Ὀηύμπῳ
 
γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς, 275
 
Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ.
 
Δαμνεὺς μὲν πολέμιξεν ἀνάρσια φῦλα δεώκων
 
ἐν πεδίῳ δʼ ἀλαλητός· ὀρινομένῃσι δὲ Βάκχαις
 
Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης
 
ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις·
 
καὶ στρατεῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει
 
νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης, 255
 
εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης.
 
ποσσὶ δʼ ἐλαφροτέροισι διεπτοίησε μαχητάς
 
Ὠκύθοος· πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi