Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 28

 
βροντῆς δʼ ἰοοτύπου τεχνήμονα δοῦπον ἐάσας 200
 
εἰς φόνον ἀντιβίων Σικελῷ κεκόρυστο σιδήρῳ,
 
καὶ δονέων ῥαιστῆρα μετάρσιον ὑψόθεν ὤμων
 
δυσμενέων ἤρασσε καρήατα πυκνὰ σιδήρῳ·
 
τύπτε δʼ ἐπιστροφάδην ζοφερὰς στίχας, οἷά περ αἰεὶ
 
Αἰτναίῳ πατάγῳ σφυρήλατον ἄκμονα τύπτων. 205
 
καί σκοπιῆς πρηῶνα τανυκρήπιδος ἀράξας
 
ἔγχεϊ πετρήεντι κατέτρεχε Δηριαδῆος·
 
καὶ παλάμῃ περίμετρον ἀφειδέι πέτρον ἰάλλων
 
ἄντα κορυσσομένοιο μελαρρίνου βασιλῆος
 
στήθεα λαχνήεντα χαραδραίῃ βάλεν αἰχμῇ· 210
 
αὐτὰρ ὁ τοσσατίῳ μεθύων μυλοειδέι πέτρῳ
 
στέρνον ὅλον βεβάρητο· φόνον δʼ ἤμυνεν Ὑδάσπης
 
παιδὸς ἑοῦ βληθέντος. ὁ δὲ θρασύς, ἕλκεϊ κάμνων,
 
ἀκαμάτων δόρυ θοῦρον ἑῶν ἀπεσείσατο χειρῶν,
 
χάλκεον εἰκοσίπηχυ, πέδῳ δʼ ἔρριψε βοείην 215
 
αἰδομέναις παλάμῃσι· καὶ ἀδρανὲς ἄσθμα τιταίνων,
 
μαρμαρέῃ γλωχῖνι τετυμμένος ἄντυγα μαξοῦ,
 
ἠερόθεν προκάρηνος ἀπʼ ἠλιβάτου πέσε δίφρου,
 
ὡς ἐλάτη περίμετρος ὑπέρλοφος—ἡ δὲ πεσοῦσα
 
ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης—. 220
 
ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί,
 
δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ
 
ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης
 
τπηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ,
 
μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου. 225
 
καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάυιζε μετώπῳ
 
μαρμαρυγὴ τροχόεσσα μονογλήνοιο προσώπου·
 
καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν
 
θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί,
 
οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη 230
 
γηγενέος Κύκλωπος ἐναντέλλουσα προσώπῳ
 
πλησιφαὴς ἤστραπτε, προασπίζουσα Λυαίου.
 
Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδών μίμημα κυδοιμοῦ,
 
ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων
 
δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου 235
 
νίφετο μὲν τότε γαῖα, χυτὴν δʼ οὐκ εἶχευ ἐέρσην
 
ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ.
 
καὶ Τπάχιος κεκόρυστο· κασιγνήτῳ δʼ ἅμα βαίνων,
 
ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi