Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 28

 
εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων 120
 
ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους,
 
Ἄρεος ὀρθὸν ἄγαλμα· καὶ αἰχμητῆρα θανόντα
 
ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί,
 
ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην,
 
νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην. 125
 
καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ
 
δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας·
 
ἡ δὲ κυβιστήσασα φόνου βητάρμονι παλμῷ
 
ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ,
 
ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης. 130
 
καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας
 
ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν Ἐνυώ,
 
καί λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ·
 
ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ,
 
καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ· 135
 
καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα
 
αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης
 
πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
 
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ
 
αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ 140
 
εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ,
 
οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης.
 
καί τινα μῦθον ἔειπεν Ἀρήια δάκρυα λείβων·
 
ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω
 
τριχθαδίαις παλάμῃσιν ἐπάζια Τριτογενείης· 145
 
ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω·
 
τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρά τις εἴπῃ
 
εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς
 
ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.
 
ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις, 150
 
ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι.
 
οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπʼ ἄλλῳ,
 
καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ
 
ἀμφιλαφεῖς· ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ
 
πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου· 155
 
καὶ μόγις εἰς χθόνα πῖπτεν· ἔην δέ τις Ἄρεος εἰκὼν
 
ὀψιγόνῳ ναετῆρι φυλασσομένη γενετῆρα.
 
οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης,
 
ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος· ἔστιχε δʼ ἄλλος

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi