Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 27

 
μυστιπόλους σπινθῆρας ἀειφανέος σέο λύχνου. 320
 
λάρνακα παιδοκόμου μιμνήσκεο παρθενεῶνος,
 
ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη
 
σὸν σπόρον αὺτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ·
 
σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς
 
σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης. 325
 
ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις;
 
ὴθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων,
 
ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην
 
μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ·
 
Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς. 330
 
ὥς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου,
 
ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων,
 
καὶ πυρόεις Ἥφαιστος ὁμάρτεε Τριτογενείῃ.
 
ἀθανάτοις δʼ ἑτέροισιν ὁμίλεε σύνδρομος Ἥρη,
 
Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην, 335
 
δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ,
 
τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, οἷσι καὶ αὐτὴ
 
ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ,
 
ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ,
 
ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας 340
 
Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου.
← Önceki 9 / 9

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi