Kitap 27
ῥύεο σοὺς ναετῆρος ἐφεσπομένους Διονύσῳ,
280
μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς·
ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης·
Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ
δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·
μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο,
285
μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης·
καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου
Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,
θηλυτέρην δʼ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.
ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,
290
αἰγίδα δʼ αἰθύσσουσα κυβερνήτειραν Ἐνυοῦς,
γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ
αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας·
καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,
αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,
295
ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροις συνερίζων
μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης
αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν·
ῥύεό μιν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,
Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος·
300
αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου,
σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην
ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα·
καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς
πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης,
305
εἰ μιγάδην Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι
λιμναῖον μετὰ Βάκχον Ἐλευσινίῳ Διονύσῳ.
ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον· ἆ μέγα θαῦμα·
ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη,
Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη,
310
μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσας
καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ,
ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηίκιος Ἄρης.
ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ,
μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος
315
κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην.
καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης,
ἠρεμέεις, Ἥφαιστε, καὶ οὺκ ἀλέγεις Μαραθῶνος,
ἦχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω