Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 27

 
Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως, 80
 
οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί·
 
εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,
 
Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἤν δʼ ἐθελήσῃ,
 
κοιρανίην κεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.
 
καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου 85
 
γηγενέας Κύκλωπας ὀλέσσατε μὴ δορὸς αἰχμὴν
 
γαστρὶ μέσῃ πήξαντες ἤ αὐχένι, χαλκοβαρὲς δὲ
 
ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.
 
μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων
 
δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι 90
 
Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ
 
βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρά κεν εἴην
 
Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην
 
ἀστεροπῆς τεύξειε καὶ ἐνθάδε· καί μιν ἐλέγξω
 
μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ 95
 
Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων
 
ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν
 
ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.
 
τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;
 
μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων, 100
 
αὐὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος
 
αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ
 
μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,
 
Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.
 
καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ 105
 
σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,
 
πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ
 
δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων
 
νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.
 
καὶ ναέτην βαρύδεσμον ἀπειρώδινος Ἀθήνης 110
 
Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ
 
φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου
 
αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ
 
παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,
 
λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ· 115
 
μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,
 
καὶ κενεῷ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.
 
καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,
 
ἴδμονας εὐπήληκος Ἐνυαλίοιο χορείης,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi