Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 26

 
κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ὲν δὲ κυδοιμοῖς 160
 
ἤματι μὲν πολέμιζεν, ἀεὶ δʼ ὑπὸ πάννυχον ὥρην
 
ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος
 
Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ
 
Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.
 
Ξούθων δʼ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν 165
 
καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων
 
Κασπείρων τε γένεθλα καὶ Ἀρβίας, οἵ τʼ ἔχον αὐτὸν
 
Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ,
 
ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,
 
οἶ τʼ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες 170
 
εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ
 
ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα.
 
τοῖς δʼ ἐπὶ χωρήσσοντο κυβιστητῆρι κυδοιμῷ
 
Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,
 
Ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ 175
 
ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ
 
δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν·
 
δέρμασι δʼ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης
 
ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,
 
ὁλκάσι μιμηλοῖσι θαλάσσια νῶτα χαράσσων. 180
 
τούς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν,
 
Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.
 
καὶ πολὺς ἑσμὸς ἵκανεν Ἀρεκζάντειαν ἐάσας,
 
ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
 
ἠερίης ζείδωρον Ἑώιον ἀρδμὸν ἐέρσης 185
 
δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,
 
δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,
 
αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ
 
ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
 
ὄμπνιον Ἠῴης ἀποσείεται ἰκμάδα χαίτης, 190
 
ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.
 
τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων
 
νηχόμενος πτερύγεσσιν ὑπὲρ πετάλοιο χορεύων
 
ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,
 
μιτρώσας ἑλικηδόν, ὁμόπλοκος ἡδέι δένδρῳ, 195
 
ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,
 
χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·
 
δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην
 
ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi