Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 26

 
ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ 80
 
λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν
 
Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης
 
οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα.
 
καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,
 
οἵ τʼ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην, 85
 
ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τʼ ἔχον ἄμφω,
 
Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα,
 
καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας,
 
καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταλήνης·
 
τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν 90
 
φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων,
 
τοῖσιν ἐνὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ
 
ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν Ἐνυώ.
 
τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,
 
οἷσι θέμις δολιχοῖσιν ἐπʼ οὔασιν ὕπνον ἰαύειν· 95
 
τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων
 
αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἶς ἅμα βαίνων
 
Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε Μορρεύς·
 
καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην
 
πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες. 100
 
Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης
 
χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου
 
πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ,
 
Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,
 
ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν 105
 
Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων,
 
δέσμιον εὐρώεντι κατεκλήισσε βερέθρῳ,
 
ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ,
 
ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.
 
καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ, 110
 
οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων,
 
ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ
 
κεῖτο δυηπαθέων· χρονίῳ δʼ ἐστρεύγετο λιμῷ
 
πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
 
ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἶα δὲ νεκροῦ 115
 
ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι.
 
καὶ φθλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων,
 
ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ
 
ἤπαφεν· ἱκεσίην δὲ βαρύστονον ἴαχε φωνὴν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi