Kitap 26
Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
360
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
Ιρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·
ἄμφω δʼ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.
365
τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δʼ ἐστείνετο λαῷ·
καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀίταις,
τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·
οἱ μὲν ἐπὶ τριόδοισιν ἐπήτριμοι, οἱ δʼ ἐνὶ βόθροις,
ἄλλοι δʼ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δʼ ἐπὶ πύργων
370
νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου
375
μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος Ἄρεϊ γείτων·
ἐγρεμόθῳ δʼ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ.