Kitap 25
ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ·
320
καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ
Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν.
στήσας δʼ ἄγριον ἅρμα, διʼ ἄντυγος ἡνία τείνας,
καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων
Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν·
325
ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης,
εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν
ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰωδῶν;
οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη,
οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ
330
Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων
Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές· ἀλλὰ κυδοιμοῦ
ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις·
οὔ πω θηροκόμῳ θεομήτορι σύμβολα νίκης
Ἰνδῴων ἐκόμισσας ἑώια φῦλα λεόντων.
335
ἀλλὰ παρʼ Ἡφαίστοιο καὶ ἀθανάτης σέο Ῥείης
δέχνυσο τεύχεα ταῦτα, τά περ κάμε Λήμνιος ἄκμων,
σὺν χθονὶ πόντον ἔχοντα καὶ αἰθέρα καἰ χορὸν ἄστρων.
οὕ πω μῦθος ἔληγε, καἰ ἴαχε Βάκχος ἀγήνωρ·
σχέτλιοί εἰσι θεοί, ζηλήμονες· ἐν πολέμοις μέν
340
εἰς μίαν ἠριγένειαν ἀιστῶσαι πόλιν Ἰωδῶν
ἔγχεϊ κισσήεντι δυνήσομαι· ἀλλά με νίκης
μητρυιῆς ἀέκοντα παραπλάζει φθόνος Ἥρης.
ἀμφαδὰ Δηριάδῃ πρόμος ἵσταται ἄγριος Ἄρης
μαρνάμενος Σατύροισιν· ἐγὼ δέ ἑ πολλάκι θύρσῳ
345
οὐτῆσαι μενέαινον· ἀπειλήσας δὲ Κρονίων
βρονταίοις πατάγοισιν ἐμὴν ἀνεσείρασεν ὁρμήν.
ἀλλὰ βαρυσμαράγων νεφέων κτύπον οὐράνιος Ζεὺς
σήμερον εὐνήσειε, καὶ αὔριον Ἄρεα δήσω,
εἰσόκεν εὐπήληκα διατμήξω στάχυν Ἰωδῶν.
350
ὣς φάμενον Διόνυσον ἀμείβετο Λύδιος Ἄττις·
αἰθέρος ἀστερόεσσαν ἀνούτατον ἀσπίδα πάλλων,
ὦ φίλος, οὐ τρομέοις χόλον Ἄρεος, οὐ φθόνον Ἤρης;
οὐ μακάρων στίχα πᾶσαν, ἔχων παμμήτορα Ῥείην,
οὐ στρατὸν ἀγκυλότοξον, ὅπως μὴ δούρατα πέμπων
355
ἠέλιον πλήξειεν ἢ οὐτήσειε Σελήνην.
τίς ξίφος Ὠρίωνος ἀμαλδύνειε μαχαίρῃ,
ἢ χθονίοις βελέεσσιν ὀιστεύσειε Βοώτην;
ἀλλʼ ἐρέεις γενέτην κεραελκέα Δηριαδῆος·