Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 25

 
οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης. 280
 
κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων
 
κάμμορος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην,
 
ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην
 
ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου
 
οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί· 285
 
τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων
 
ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο·
 
χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων
 
πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,
 
καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ, 290
 
ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην.
 
καὶ κύνας οἰνωθέντας ἐπʼ ᾐόνι κοῦρος ἐάσας
 
λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο
 
θηρητὴρ ὁμόφοιτος ὀρειάδος ἰοχεαίρης
 
εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι 295
 
ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο.
 
ἤδη δʼ ἀμπελόεσσα διʼ ἄστεος ἔτρεχεν ὀδμὴ
 
καὶ λιαροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς,
 
νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου·
 
πύργοις δʼ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται 300
 
δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις
 
ἄστεος ὑψιλόφοιο φυλάκτορες. ὲν δὲ κολώναις
 
ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ,
 
ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν,
 
πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης
 
μετρήσασα μόθοιο τριηκοστῆς δρόμον Ἠοῦς·
 
νίκης δʼ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται. 305
 
παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ,
 
οἶα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης
 
ὄμμασιν ἀκλαύτοισι· κατηφιόωντι δὲ Βάκχῳ 310
 
ἑλκεχίτων Σκυθικοῖο διʼ οὔρεος ἄσπορος Ἄττις
 
ἵκετο μαστίζων μετανάστιον ἄρμα λεόντων,
 
Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ
 
φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης
 
ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων, 315
 
ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δέ
 
παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ
 
θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ·
 
ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi