Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 25

 
λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη, 120
 
μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον Ἐρώτων,
 
ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο.
 
οἶδα μέν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου,
 
ἀλλὰ πάλιν μογέει καί ἐν αἰθέρι· καί τάχα δειλὴ
 
πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ· 125
 
τί πλέον, εἵ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ;
 
καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ
 
κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον
 
ἀντίτυπον προτέροιο μετά χθόνα καὶ φόβον ἅλμης
 
εἰσέτι δεσμὸν ἔχω καὶ ὲν ἄστρασιν· οὐ σέθεν ἅρπη 130
 
οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου
 
μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης·
 
κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις.
 
μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ
 
δειλὴ Κασσιέπεια διʼ αἰθέρος εἰς ἄλα δύνει 135
 
Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου
 
ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης·
 
καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου
 
γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.
 
τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη, 140
 
Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης.
 
εἰ δέ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς.
 
δόχμιον ὄμμα τίταινε διʼ αἰθέρος, ἧχι φαείνει
 
αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,
 
καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης 145
 
σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ,
 
ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου.
 
οἶδα μόθου Μίνωος, ὃν ὤπασε θῆλυς Ἐνυὼ
 
κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,
 
ὁππότε Κύπρις ἕην κορυθαιόλος, ὁππότε Πειθὼ 150
 
χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη,
 
μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς
 
ἀπτολέμων τόξευε γαμοστόλος ἑσμὸς Ἐρώτων,
 
καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ
 
Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ, 155
 
εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων
 
ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης,
 
ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην
 
καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi