Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 25

 
ἀλλʼ ἐρέεις, ὅτι κῆτος ἁλίτροφον ἔκτανε Περσεύς· 80
 
ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης.
 
τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης
 
ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας
 
εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;
 
Βάκχου δʼ Ἰνδοφόνου βριαρὸς πόνος οὐ μία Γοργώ, 85
 
οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης·
 
ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων
 
Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ,
 
ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων
 
Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα 90
 
αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι
 
γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου,
 
χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς Ἀρούρης
 
θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ
 
λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ, 95
 
ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ
 
τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ.
 
ἀλλά φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ
 
Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου
 
ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου 100
 
Εσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη,
 
βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ·
 
καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης,
 
τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.
 
Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ 105
 
καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ
 
χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον Ἄρεα φεύγων
 
θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς,
 
καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου
 
οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην· 110
 
οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα,
 
εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν Ἐρώτων.
 
εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων,
 
οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,
 
κυδαίνων γονίμης φιλοπάρθενον ὄμβρον ἐέρσης 115
 
βαιῆς κλεψιγάμου· Σεμέλη δʼ ἐπέβαινεν Ὀλύμπου
 
σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης,
 
υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ·
 
οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi