Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 25

 
καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων 560
 
θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην,
 
φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος.
 
τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης
 
εἶχεν ἐνυαλίη πολυπίδακος ἀσπὶς Ὀλύμπου
 
Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπʼ ἄλλῳ, 565
 
καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα,
 
ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα.
 
τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς,
 
φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου·
 
καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ. 570
 
λαοὶ δʼ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων
 
ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ.
← Önceki 15 / 15

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi