Kitap 25
καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ
520
κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ
θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ
εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην,
οἶα γυνὴ ποθέουσα νέκυν πόσιν· εἰς σκοπέλους δὲ
μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης,
525
εἰς ὄρος ἐσσυμένη βοτανηφόρον· ἀμφὶ δὲ λόχμην
δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ
χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην,
καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου
ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ
530
ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ·
καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο· καὶ τὸ μὲν αὐτοῦ
ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων
ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον οὐρήν·
καὶ ψυχραῖς γενύεσσι παλίμπνοον ἄσθμα τιταίνων
535
οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ,
συριγμὸν προχέων παλινάγρετον· ὀψὲ δὲ βαίνων
νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν.
καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ
ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην.
540
καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις
ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ.
ψυχὴ δʼ εἰς δέμας ἦλθε τὸ δεύτερον· ἐνδομύχῳ δὲ
ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ·
καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν
545
δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιὸν
ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ,
ἀνδρὸς ἔχων τύπον ἶσον, ὅς ἐν λεχέεσσιν ἰαύων
ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.
καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ
550
χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ,
ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή.
καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ
μιμηλὴν ἀλόχευτον ἐλαφρίζουσα λοχείην
πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ
555
λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη,
ὀκρυόεν βαρὺ δεῖπνον· ὁ δὲ βροτοειδέα μορφὴν
ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ,
ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων·