Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 25

 
ἡβητὴς ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ 440
 
ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ·
 
οὐρανίης δʼ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης
 
κοῦρος ἀφυσσομένῳ πανομοίιος· αὐτοχύτου δὲ
 
νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης,
 
καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν· ἕζετο δʼ Ἥρη 445
 
οἶα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ
 
ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ
 
Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου
 
βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης
 
πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη. 450
 
Μαιονίην δʼ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου,
 
καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην,
 
καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα,
 
καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ
 
Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων 455
 
Μυγδονίου ποταμοῖο παρʼ ὀφρύσι γείτονος Ἕρμου
 
ἥψατο χειρὶ δράκοντος· ὁ δὲ πλατὺν αὐχένα τείνας,
 
ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ
 
ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων
 
ὁλκαίην ἐλέλιζε θυελλήεσσαν ὁμοκλήν, 460
 
καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων,
 
ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος,
 
ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας
 
ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης,
 
καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων 465
 
οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν,
 
Ἄιδος ὁρμὸν ἔχων ὀφιώδεα, γείτονα Μοίρης.
 
καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης.
 
καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ
 
νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ, 470
 
καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη·
 
οὐ γὰρ ἔνα πρήνιζεν ὁδοιπόρον οὐδὲ νομῆα,
 
καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ᾗ δʼ ἐνὶ λόχμῃ
 
ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δʼ ἕλκων
 
ἄστατον αὐτόρριζον ὑπὸ χνοίῃσιν ὀδόντων 475
 
δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι,
 
ἔμπαλιν αὖ ἐρύων βλοσυρὸν φύσημα γενείων·
 
πολλάκι δʼ ἑλκυσθέντα παλινδίνητον ὁδίτην
 
ἄσθμασιν ἐνδομύχοις πεφοβημένον εἰς στόμα σύρων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi