Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 25

 
νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου, 400
 
ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν·
 
διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης,
 
ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων
 
γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ,
 
ἄψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ 405
 
Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὅς διὰ γαίης
 
δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει,
 
εἰς κεφαλὴν Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων
 
ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος, Ἄρκτων
 
τείρεσιν ἀμφίζωστος· ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ 410
 
φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ,
 
πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων.
 
τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς
 
ἀσπίδος εὐτύκτοιο· χαριζόμενος δὲ Λυαίῳ
 
τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης, 415
 
ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων
 
κτιζομένων· καἰ Ζῆθος ἕην περὶ πατρίδι κάμνων,
 
θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων·
 
Ἀμφίων δʼ ἐλίγαινε λυροκτύπος· ἀμφὶ δὲ μολπῇ
 
εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη, 420
 
οἶά τε θελγομένη καὶ ἐν ἀσπίδι· καἰ τάχα φαίης
 
ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων
 
κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης·
 
σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἅνδρα δοκεύων,
 
κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι νευρῇ, 425
 
ἀγχιμολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας
 
πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς,
 
μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων.
 
καὶ σάκος εὐδίνητον, ὅπῃ χορός αἰόλος ἄστρων,
 
δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς 430
 
Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ
 
αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα,
 
οἶα καὶ ἐν γραφίδεσσι, κατάσχετος ἅρπαγι ταρσῷ·
 
ταρβαλέος δʼ ἤικτο διʼ αἰθέρος ἱπτάμενος Ζεύς,
 
ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων, 435
 
ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῇ,
 
μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης
 
ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης·
 
μοίρας δʼ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi