Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 25

 
εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου.
 
Μοῦσα, πάλιν πολέμιζε σοφὸν μόθον ἔμφρονι θύρσῳ·
 
οὔ πω γὰρ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ
 
φύλοπιν ἑπταέτηρον Ἑώιος εὔνασεν Ἄρης·
 
ἀλλὰ δρακοντείοιο τεθηπότες ἄκρα γενείου
 
Ἰνδῴης πλατάνοιο πάλιν κλάζουσι νεοσσοί, 5
 
Βακχείου πολέμοιο προμάντιες. οὐ μὲν ἀείσω
 
πρώτους ἓξ λυκάβαντας, ὅτε στρατὸς ἔνδοθι πύργων
 
Ἰνδὸς ἔην· τελέσας δὲ τύπον μιμηλὸν Ὁμήρου
 
ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ
 
ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω· 10
 
Θήβῃ δʼ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ
 
ἀμφʼ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη
 
μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου,
 
μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν
 
πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν 15
 
αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω
 
πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ.
 
Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι,
 
τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;
 
οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένῃ τάχα Θήβῃ 20
 
Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ.
 
ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν·
 
οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν αἰὼν
 
Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν
 
ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν Ἐνυώ, 25
 
οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν
 
τηλίκος, ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων
 
εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου,
 
κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω,
 
τίς κάμε τοῖον ἀγῶνα, τίς εἵκελος ἔπλετο βάκχου. 30
 
Περσεὺς μὲν ταχύγουνος, ἐύπτερον ἴχνος ἐλίσσων,
 
ἀγχινεφῆ δρόμον εἶχεν ἐν ἠέρι πεζός ὁδίτης,
 
εἰ ἐτεὸν πεπότητο. τί δὲ πλέον, εἰ σφυρὰ πάλλων
 
ξείνην εἰρεσίην ἀνεμώδεϊ νήχετο ταρσῷ,
 
ὅττι βαθυνομένης παλάμης ληίστορι καρτῷ 35
 
Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην,
 
ἄψοφον ἀκροπόρων πεφυλαγμένος ἄλμα πεδίλων,
 
ὄγμον ἐχιδνήεντα μιῆς ἤμησε Μεδούσης,
 
ἦς ἔτι κυμαίνουσα γοναῖς ἐθλίβετο γαστὴρ
1 / 15 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi