Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 24

 
πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις. 320
 
ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
 
καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
 
αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
 
ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
 
καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ 325
 
σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.
 
τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
 
ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,
 
ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
 
Ἀλλʼ ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης, 330
 
οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ·
 
οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δʼ ἐπὶ φύλλων
 
πεπταμένων, ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης
 
δέρμασιν αἰγείοισιν ἐπεστορέσαντο χαμεύνην·
 
ἄλλοι δʼ ἐργεμόθοισιν ἐφωμίλησαν ὀνείροις, 335
 
χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ,
 
ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,
 
ἄλλος δʼ Ἰνδὸν ἔνυξε κατʼ αὐχένος, ὃς δὲ δαΐζων
 
ἄορι πεζὸν ἔτυψεν, ὁ δʼ οὔτασε Δηριαδῆα·
 
ἄλλος δʼ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων 340
 
ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ.
 
Πορδαλίων δὲ γένεθλα καὶ ἄργια φῦλα λεόντων
 
καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου
 
εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,
 
πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης, 345
 
μή σφιν ἐπαΐξειε μελαινομένων μόθος Ἰνδῶν·
 
καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,
 
Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.
← Önceki 9 / 9

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi