Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 24

 
οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ 280
 
κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.
 
κλῆρον Ἀθηναίς οὐχ ἥρπασε δεσπότις Ἥρη,
 
γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει
 
ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην
 
ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ 285
 
ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,
 
ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλει κεστῷ,
 
ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ
 
εἰπέ μοι, ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης
 
εἶδες ὀιστεύουσαν ἥ ἀγρώσσουσαν Ἀθήνην; 290
 
τίς καλέει γλαυκῶπιν, ὅτʼ ὠδίνουσι γυναῖκες;
 
ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,
 
ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.
 
καὶ καμάτους ὁρόωντες ἀπειρομόθου Κυθερείης
 
θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης· 295
 
καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς·
 
ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ.
 
εἰ μίτον ἀμφαφάᾳς εἰ κερκίδα χερσὶ τιταίνεις,
 
καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.
 
οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις, 300
 
σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης
 
εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας.
 
Ἄρεῖ πέπλον ὕφαινε· νεοκλώστῳ δʼ ἐνὶ πέπλῳ
 
ἀσπίδα μή ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;
 
τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς, 305
 
φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων·
 
ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
 
καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·
 
καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
 
μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ, 310
 
ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,
 
καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω
 
πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
 
χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
 
κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην, 315
 
δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
 
ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν
 
ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,
 
συζυγίης δʼ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi