Kitap 24
αἰετὸς ἡγεμόνευε διʼ οὔρεος ἀντίτυπος Ζεύς,
120
φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων,
Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ.
Ἰνδώῃ δʼ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ,
καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,
καὶ κλισίας πήξαντες ἐς ἠρέμα δάσκιον ὕλην
125
οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην
εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις
Ὑδριάδες μίσγοντο φιλοπτόρθου Διονύσου.
Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ
σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης,
130
αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί·
ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου
ἰοβόλων μάστευε διʼ οὔρεος ἄντρα δρακόντων,
θηροσύνην δʼ ἀνέφαινεν· ἀκοντιστῆρι δὲ θύρσῳ
ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δέ λαθοῦσα
135
ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου·
ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν
καὶ λοφίης ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων.
καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ
καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην·
140
καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δʼ ἐπὶ γείτονα πεύκην
πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.
τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ
Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,
δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,
145
καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·
Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,
ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,
εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·
κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ
150
θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου
αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης
τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ
καὶ καναχὴ σύριγγος· ὅλη δʼ ἐλελίζετο λόχμη
καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·
155
νηιάδες δʼ ὀλόλυξαν. ἐγὼ δʼ ἐκόρυσσα μαχητάς,
ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.
καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,
οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,