Kitap 24
φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγε ταρσῷ
80
κουφίζων ἐκόμισσεν ἐς Ἄρεα Δηριαδῆος
Ἰνδῴην ἐπὶ πέζαν· ἀπʼ εὐρυπόροιο δὲ κόλπου
υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων,
φαιδρὸς ἀλεξικάκων πεφορημένος ἄρματι κύκνων,
μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης·
85
καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,
υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·
Οὐρανίη δʼ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου
παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ
ἀτραπιτούς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ,
90
γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ·
Καλλιόπη δʼ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις·
καί τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,
ἀμφοτέρους δʼ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·
Ἀκταίη δʼ ἐσάωσεν Ἐρεχθέα Παλλάς Ἀθήνη
95
Ἰνδοφόνον, ναετῆρα θεοκρήπιδος Ἀθήνης·
νύμφας δʼ Ἁδρυάδας ναέται ζώγρησαν Ὀλύμπου
πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἐξοχα δʼ ἄλλων
δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,
καί σφιν ἄμα χραίσμησε συνέμπορος υἱέι μήτηρ,
100
εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.
Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας
ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ
θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,
πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἅς ἐπὶ νίκῃ
105
Ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,
Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην
μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.
καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ
Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων
110
ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ·
καὶ Σατύρων δρόμον εἶχεν ὁμόστολον, οἷς ἅμα Βάκχαι
ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δʼ ἄλλων
ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,
πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης,
115
εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.
ἄλλοι δʼ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ
ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,
ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων