Kitap 24
εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν κερκίδα θʼ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.
Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν,
δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἱμάσσων·
καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο,
ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.
Ἥρη δʼ ἐσμαράγησε διʼ ἠέρος ἄπλετον ἠχώ,
5
μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου.
καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ
παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης,
μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος·
φείδεό μοι, Διόνυσε, διιπετέος ποταμοῖο,
10
ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ
ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη.
ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ
σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.
ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ
15
υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν,
Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων.
αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ
αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρω
καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω·
20
τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ.
πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος,
αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην.
νηιάδες φεύγουσιν ἐμὸν ῥόον· ἀμφὶ δὲ πηγάς
ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δʼ ἐνὶ λόχμαις
25
σύννομος Ἁδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει,
ἄλλη δʼ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα
ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην
Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην
ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ.
30
μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων,
οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὅρπηξ
ἀμπελόεις· δόνακες γὰρ ἐπʼ ἀλλήλοισι δεθέντες
ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην·
μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί,
35
μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη,
ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων
φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν·
καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς