Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 23

 
εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω.
 
ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ
 
νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη.
 
αὐτὰρ ὁ βάρβαρα φῦλα παρʼ ᾐόνας ἄορι τύπτων
 
εἰς προχοὰς ἔτρεψε· διωκόμενοι δὲ σιδήρῳ
 
δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην. 5
 
καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων
 
νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι
 
χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων·
 
ἀλλὰ ῥόῳ κεκάλυπτο· καὶ ὕδασιν ἄλλος ἐπʼ ἄλλῳ
 
ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ. 10
 
Οὐδʼ ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο
 
πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν
 
Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη
 
Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων.
 
ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων 15
 
Αἰακὸς ἐπρήνιξεν· ἐμαίνετο δʼ οἷά περ Ἄρης,
 
σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ.
 
καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ
 
ὑγρὸν ἐπʼ ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ
 
νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων, 20
 
νηχομένων κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν
 
ἡμιφανὴς πολέμιζεν ἐπʼ ἰλύι ταρσὸν ἐρείσας,
 
θύρσῳ στῆθος ἔτυψεν ἣ αὐχένα, κύματα τέμνων,
 
δυομένων· βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων,
 
ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου 25
 
δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς.
 
πολλοὶ δʼ ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ,
 
υἷα Διὸς τρομέοντες ὀρίδρομον, ὧν ὁ μὲν αὐτῶν
 
ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ,
 
αὐτοπαγὴς δʼ ἀτίνακτος ἀπʼ ἰξύος ἄχρι καρήνου 30
 
ἡμιφανὴς ἀνέτελλε καλυπτομένην πτύχα μηροῦ·
 
καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης
 
ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων·
 
καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων,
 
Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας 35
 
ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου.
 
καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων,
 
ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ,
 
ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ,
1 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi