Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 22

 
κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν 320
 
ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου
 
εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δʼ ἐπὶ νύμφῃ
 
νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.
 
ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,
 
ἐννέα δʼ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς 325
 
πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·
 
ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,
 
ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ,
 
ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δʼ ἐπὶ νηδύι πίπτων
 
μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος, 330
 
ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὅς δὲ φυγόντος
 
ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ
 
καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.
 
ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης
 
ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπʼ ἄλλῳ 335
 
ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.
 
ὡς δʼ ὅτε χαλκείῳ τις ἐπʼ ἄκμονι χαλκὸν ἐλαύνων
 
ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,
 
τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ
 
ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου, 340
 
ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
 
ὅς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἅλλος ὀρούσας
 
ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ·
 
ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν
 
μαρναμένων ἐκέδασσεν ἀλωφήτων ἀπὸ τόξων, 345
 
κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.
 
μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν
 
χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,
 
ἀμφιφαής ὅτε βαιὸν ἀποστίλβουσα κεραίης
 
ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης 350
 
κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,
 
δίζυγι κεκριμένῳ μαλακῷ πυρί· μεσσατίης δὲ
 
γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.
 
οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ
 
Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ 355
 
κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων
 
εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.
 
συμφερτοὶ δʼ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ
 
τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi