Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 22

 
καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου· 240
 
πρηνὴς δʼ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι
 
εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι.
 
ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ
 
λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ·
 
ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων 245
 
αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
 
καί τις ἑὴν σάλπιγγα μάτην περὶ χεῖλος ἐρείσας
 
ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς,
 
ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.
 
οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί. 250
 
θαρσαλέοι δʼ ἥψαντο παλιννόστοιο κυδοιμοῦ
 
αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης.
 
καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ
 
Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.
 
αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ, 255
 
οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ·
 
ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου
 
ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη,
 
οἶς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης
 
διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ 260
 
Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης
 
αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ·
 
καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ
 
τοὺς μέν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,
 
τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δʼ ἐρυθαίνετο λύθρῳ 265
 
Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ
 
κεῖτο πολυσπερέων νεκύων χύσις, ὦν ὁ μὲν αὐτῶν
 
ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων
 
ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ·
 
καὶ δαπέδῳ στείνοντο, νέκυς δʼ ἐπερείδετο νεκρῷ 270
 
κεκλιμένῳ μετρηδόν, ἀπʼ ἀρτιτόμοιο δὲ λαιμοῦ
 
ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ·
 
καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων
 
γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,
 
υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ· 275
 
υἱὲ Διὸς ζείδωρε μιαιφόνε—καὶ γὰρ ἀνάσσεις
 
ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο,—
 
ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν
 
Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi