Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 22

 
δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων, 160
 
ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις
 
δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης,
 
θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης,
 
ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν.
 
οὐδέ μιν ὑψικάρηνος ὁ τηλίκος ἤλασε Θουρεύς, 165
 
οὐ στρατός, οὐ πρόμος ἄλλος· ἐπʼ ἀλλήλοις δὲ χυθέντες
 
εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ.
 
κυανέην δʼ Οἴαγρος ἀνεστυφέλιξεν Ἐνυὼ
 
ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν,
 
ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων. 170
 
ὡς δʼ ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ἀλκὴν
 
ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ
 
ἔρχεται, εἰς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ
 
ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ
 
λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης· 175
 
πολλὴ μέν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα
 
ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη·
 
ὣς ὅ γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπʼ ἄλλῳ
 
πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ,
 
καί μιν ἐκυκλώσαντο, καὶ ἥν καλέουσι μαχηταὶ 180
 
μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην·
 
ἴχνεσι μὲν στατὸν ἴχνος ἐρείδετο, κεκλιμένη δὲ
 
ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων
 
στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ
 
ἀνδρὸς ἀνὴρ ἔψαυεν· ἐγειρομένης δὲ κονίης 185
 
ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί.
 
ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον Ἅιδι πέμπων
 
Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης,
 
κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας
 
ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης; 190
 
τὸν μέν ὑπέρ μαζοῖο θοῷ δορί, τὸν δέ δαΐζων
 
ἄορι κωπήεντι κατʼ αὐχένος, αἰνομανῆ δὲ
 
δήιον ἄλλον ἔνυξε παρʼ ὀμφαλόν, ἐκ φονίης δὲ
 
ὠτειλῆς ἐὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ
 
σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ· 195
 
ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων,
 
ἄορι δʼ εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα
 
αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ·
 
καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi