Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 21

 
Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν 320
 
λαὸν ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.
 
καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν
 
ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο·
 
Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ
 
ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου. 325
 
ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς
 
ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης
 
εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ
 
οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
 
εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων 330
 
ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ
 
ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,
 
οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην
 
ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
 
ὑψιφανὴς Διὸς ὅμβρος ἐπέβρεχεν ἄκρα πετήλων. 335
 
κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος Ἄρης
 
ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
 
ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ
 
εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων,
 
οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην, 340
 
οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ
 
χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ·
 
ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις
 
μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων
 
δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον Ἐνυώ. 345
← Önceki 9 / 9

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi