Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 21

 
ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις· 280
 
καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
 
γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς
 
πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης
 
μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου·
 
καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών, 285
 
ἴχνιον ἀείδουσα παλιννόστου Διονύσου.
 
καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας,
 
τερπωλῆς δʼ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου
 
πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,
 
ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης, 290
 
καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην·
 
ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης,
 
πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις
 
σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες·
 
ἔκλυε δʼ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν 295
 
ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ,
 
ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ,
 
καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν Ἐνυώ.
 
τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,
 
ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ, 300
 
ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος,
 
δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος.
 
οὐ μέν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς
 
θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος
 
σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ. 305
 
καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης
 
Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως
 
Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης
 
πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.
 
καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης 310
 
τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην
 
Καυκασίην λοφόεντα διαστείχων κενεῶνα
 
Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης,
 
ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.
 
ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ 315
 
καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου,
 
τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυεν Ἰνδῶν,
 
γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων,
 
πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi