Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 21

 
Φλειὼ δʼ εὐρυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις 80
 
αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ
 
δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος
 
ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ
 
Βακχείης Φασύλεια κυβερνήτειρα χορείης
 
δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ· 85
 
καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,
 
ῥινοτόρῳ νάρθηκι· δέμας δʼ ἤρασσε Λυκούργου
 
καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη
 
Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.
 
καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου 90
 
πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ
 
πόντιον ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,
 
σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·
 
καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα
 
αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων, 95
 
ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,
 
γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ
 
χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·
 
Ἀρραβίης δʼ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,
 
ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ· 100
 
καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ
 
Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν·
 
καὶ πτελέη χθονὶ κεῖτο, κόμην δʼ ἐκονίσσατο δάφνη,
 
καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.
 
ὄφρα μὲν ἐννοσίγαιος, ὑπὸ χθόνα λάβρος ἀήτης, 105
 
νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,
 
τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ
 
θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης
 
Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,
 
σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ 110
 
ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
 
ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,
 
ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·
 
ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ
 
υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη. 115
 
καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ
 
υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ
 
Marcellus would transpose to follow xvii. 167. ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην
 
εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi