Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 21

 
εἰκοστὸν πρώτιστον ἔχει χόλον ἐννοσιγαίου καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.
 
οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης·
 
ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης
 
ἔθνεα Βασσαρίδων διζήμενος. ἀμβροσίῃ δὲ
 
δῶκε μένος καὶ θάρσος ἀρειμανές οὐράνιος Ζεύς,
 
ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης 5
 
μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,
 
καὶ βριαρήν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.
 
αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ
 
τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·
 
οὐδέ μιν ἐπρήνιξε, χόλῳ δʼ ἀνενείκατο φωνήν· 10
 
Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,
 
αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου
 
οὐτιδανήν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.
 
πόντος ἐμόν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ
 
κρύπτετο μὲν Διόνυσος, ἐγὼ δʼ ἄπρηκτος ὁδεύων 15
 
ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δʼ ἀτέλεστον ἀνήσω.
 
ἔννεπεν· ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ
 
χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι,
 
οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων,
 
παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην, 20
 
ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων.
 
οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ
 
ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου·
 
ἀλλά φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ
 
ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ. 25
 
γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα
 
ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ
 
ἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη
 
εἰς φυτόν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ·
 
σειρὴν δʼ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργου 30
 
ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ,
 
μαρναμένη μετά θύρσον ἀπειλητῆρι κορύμβῳ.
 
καὶ φυτόν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη
 
ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ·
 
ἀμβροσίη δʼ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν· 35
 
οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω,
 
σὸν δέμας οὐτήσω καὶ ὲν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς
 
χαλκείης ἀλύτοις σε περισφίγξαιμι πετήλοις·
 
εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρά τις εἴπῃ·
1 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi