Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 20

 
δώματα ναιετάουσα μετʼ οὔρεα, δαιδαλέην δὲ 240
 
νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι,
 
καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ·
 
καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην,
 
ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,
 
δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ 245
 
ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις,
 
κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης.
 
Σειληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης
 
εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου
 
κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ. 250
 
ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις,
 
ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην.
 
καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην,
 
γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων
 
ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκεν· 255
 
εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ
 
χαιτήεις κεκόρυστο λέων λυσσώδϊ λαιμῷ
 
καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην.
 
τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,
 
Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων, 260
 
καὶ πλέον ἔλλαβε θάρσος, ἀναΐξασα δὲ δαίμων
 
νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,
 
ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,
 
ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς
 
Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν· 265
 
γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης
 
ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.
 
λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,
 
ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;
 
μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας Ἐνυώ· 270
 
μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς·
 
μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ·
 
μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ·
 
ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου
 
ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων, 275
 
εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ·
 
ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,
 
ἄρτι μέολς πλέξωμεν ἀθωρήκτοιο χορείης,
 
καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi